Add parallel Print Page Options

Πρεσβυτέρους [a]οὖν ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός, ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ, [b]ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως [c]κατὰ θεόν, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως, μηδ’ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου· καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 5:1 οὖν WH Treg NIV] τοὺς RP
  2. ΠΕΤΡΟΥ Α΄ 5:2 ἐπισκοποῦντες Treg NIV RP] – WH
  3. ΠΕΤΡΟΥ Α΄ 5:2 κατὰ θεόν Treg NIV] – WH RP